Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.84 Joseph. AJ 16.88 (English) >>Joseph. AJ 16.93

16.86Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπʼ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια. 16.87

Πρὸς μὲν οὖν τιμὴν καὶ τὸ πρῶτον εἶναι δοκεῖν Ἀντιπάτρῳ προυχώρει τὰ κατὰ τὴν ἀποδημίαν· καὶ γὰρ ἐν τῇ Ῥώμῃ πᾶσιν ἐπεσταλκότος Ἡρώδου τοῖς φίλοις διάσημος ἦν· 16.88ἤχθετο δὲ τῷ μὴ παρεῖναι μηδὲ ἔχειν ἐξ εὐκαίρου διαβάλλειν ἀεὶ τοὺς ἀδελφούς, καὶ μᾶλλον ἐδεδοίκει μεταβολὴν τοῦ πατρός, εἴ τι καὶ καθʼ αὑτὸν ἀξιώσει ἐπιεικέστερον εἰς τοὺς ἐκ τῆς Μαριάμμης φρονεῖν. 16.89ταῦτα δὲ διʼ ἐννοίας ἔχων οὐκ ἀφίστατο τῆς ἑαυτοῦ προαιρέσεως, ἀλλὰ κἀκεῖθεν, ὅτε ἀνιάσειν τι καὶ παροξυνεῖν ἤλπιζεν τὸν πατέρα κατὰ τῶν ἀδελφῶν, συνεχῶς ἐπέστελλεν, πρόφασιν μὲν ὡς ὑπεραγωνιῶν αὐτοῦ, τὸ δὲ ἀληθὲς ἀφʼ ἧς εἶχεν ἐν φύσει κακοηθείας τὴν ἐλπίδα μεγάλην καὶ καθʼ ἑαυτὴν οὖσαν ἐμπορευόμενος, 16.90ἕως εἰς τοῦτο προήγαγεν τὸν Ἡρώδην ὀργῆς καὶ δυσφημίας, ὡς ἤδη μὲν ἔχων δυσμενῶς τοῖς μειρακίοις, ἐν δὲ κατοκνεῖν εἰς τοιοῦτον ἐμβῆναι πάθος, ὡς μήτʼ ἀμελῶν μήτʼ ἐκ προπετείας ἁμαρτάνοι, κρεῖττον ἡγήσατο πλεύσας εἰς Ῥώμην ἐκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι, καὶ μηδὲν αὑτῷ τοιοῦτον ἐπιτρέπειν, καὶ διὰ μέγεθος τῆς ἀσεβείας ὕποπτον ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.84 Joseph. AJ 16.88 (English) >>Joseph. AJ 16.93

Powered by PhiloLogic